Σύκα και συκιές

Ο Θεός μισεί τα σύκα και τις συκιές

καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν.  • Ψλμ 105,33

ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν. καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἱερεμία; καὶ εἶπα· σύκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.  • Ιερ 24,2-3

καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τάς συκᾶς αὐτῆς, ὅσα εἶπε· […]  • Ωσ 2,14

ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔῤῥιψεν, ἐλεύκανε τὰ κλήματα αὐτῆς.  • Ιωήλ 1,7

καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.  • Μτ 21,19

καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. […] Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.  • Μκ 11,13-14.20

Δεν είναι κι άσχημα, έχουν ιαματικές ιδιότητες

καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.  • Δ Βασ 20,7

Τελευταία ενημέρωση: 24 Νοεμβρίου 2014