Είναι κακό να σκοτώνεις;

ΝΑΙ, είναι σωστό ΟΧΙ, δεν είναι σωστό

Εξ 22,18
φαρμακοὺς οὐ περιποιήσετε.

Εξ 32,27
καὶ λέγει αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· θέσθε ἕκαστος τὴν ἑαυτοῦ ρομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διά τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸ ἔγγιστα αὐτοῦ.

Αρ 15,35
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.

Α Βασ 15,2-3
τάδε εἶπε Κύριος Σαβαώθ· […] καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

Εξ 20,15, Δευτ 5,17
οὐ φονεύσεις

Εξ 23,7
ἀπὸ παντὸς ρήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.

Μκ 10,19, Λκ 18,20
τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.

Μτ 19,18
λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις

Τελευταία ενημέρωση: 25 Οκτωβρίου 2011