Πώς πρέπει να φερόμαστε στους άπιστους;

Να τους σκοτώνουμε

καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησε γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ ἢ ἡ γυνή σου ἡ ἐν κόλπῳ σου ἢ φίλος ἴσος τῇ ψυχῇ σου λάθρα λέγων· βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ᾿ αὐτῷ οὐδ᾿ οὐ μὴ σκεπάσῃς αὐτόν· ἀναγγέλων ἀναγγελεῖς περὶ αὐτοῦ, καὶ αἱ χεῖρές σου ἔσονται ἐπ᾿ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ᾿ ἐσχάτῳ. • Δευτ 13,6-10

Να τους αποφεύγουμε

Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς. • Β Κορ 6,14-17

Να τους αγαπάμε

ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν • Λευ 19,18 · Μτ 22,39 · Μκ 12,31 · Λκ 10,27 · Ρωμ 13,9-10 · Γαλ 5,14 · Ιακ 2,8

ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν • Μτ 5,44 · Λκ 6,27

Πάντα οὖν ὅσα ἄν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς • Μτ 7,12 · Λκ 6,31

Τελευταία ενημέρωση: 28 Μαΐου 2012