Επιτρέπεται η πολυγαμία;

ΝΑΙ, επιτρέπεται ΟΧΙ, δεν επιτρέπεται

Γεν 4,19
καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.

Γεν 16,1-4
Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἅβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ Ἅβραμ τῆς φωνῆς Σάρας. καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.

Γεν 25,6
καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

Γεν 26,34
Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα Ἰουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα Ἑλὼν Χετταίου.

Γεν 28,9
ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.

Γεν 31,17
Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.

Γεν 32,22
Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ·

Εξ 21,10
ἐὰν δὲ ἄλλην [γυναίκα] λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει.

Δευτ 21,15
Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης […]

Κρ 8,30
καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.

Α Βασ 1,1-2
Ἄνθρωπος ἦν ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἠλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ. καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Ἄννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον.

Β Βασ 12,7-8
καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.

Γ Βασ 11,2-3
ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.

Α Παρ 4,5
καὶ τῷ Ἀσοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά.

Β Παρ 11,21
καὶ ἠγάπησε Ροβοὰμ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δεκαοκτὼ εἶχε καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι καὶ ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα.

Β Παρ 13,21
καὶ κατίσχυσεν Ἀβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.

Β Παρ 24,3
καὶ ἔλαβεν Ἰωδαέ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας.

Μτ 25,1
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

Α Τιμ 3,2
Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν

Τιτ 1,6-7
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ

Γεν 2,24
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Δευτ 17,17
καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, ἵνα μὴ μεταστῇ αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα.

Μτ 19,4-5
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς καὶ εἶπεν, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;

Μτ 19,9
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.

Μκ 10,11
καὶ λέγει αὐτοῖς· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν·

Α Κορ 7,2
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.

Εφ 5,33
πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Τελευταία ενημέρωση: 30 Ιανουαρίου 2014