ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Κεφάλαιο 18
Περί Λευιτών ιερέων και
προφητών
18,1Οὐκ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις, ὅλῃ φυλῇ Λευί, μερὶς οὐδὲ κλῆρος μετὰ Ἰσραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά.
18,2κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ.
18,3καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων, τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ καὶ τά σιαγόνια καὶ τὸ ἔνυστρον.
18,4καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ·
18,5ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.
18,6ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, οὗ αὐτὸς παροικεῖ, καθ' ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος.
18,7καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου·
18,8μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν.
18,9Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.
18,10οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος,(18,10-12) Οι μάγοι, οι μάγισσες και οι αστρολόγοι είναι "βδέλυγμα στα μάτια του Θεού".
Εγκρίνει ο Θεός τις ανθρωποθυσίες;
Εγκρίνει ο Θεός την μαγεία;
Καταδικάζει η Βίβλος την αστρολογία;
(18,10) "Δε θα υπάρξει μεταξύ σας κάποιος που θα προσφέρει το γιο ή την κόρη του να καεί σε θυσία ή να ασκεί μαντεία και να ερμηνεύει οιωνούς"
(18,11) "ή μάγος ή εγγαστρίμυθος ή τερατοσκόπος ή νεκρομάντης."
(18,12) "Διότι είναι βδέλυγμα στα μάτια του Κυρίου του Θεού σου, όποιος ασκεί τα προηγούμενα. Και ο Κύριος θα τους εξολοθρεύσει εξ αιτίας των βδελυγμάτων αυτών."
18,11φαρμακὸς ἐπαείδων ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς.
18,12ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου.
18,13τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου·
18,14τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται, σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.
18,15προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε
18,16κατὰ πάντα, ὅσα ἠτήσῳ παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες· οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου καὶ τὸ πῦρ τοῦτο τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν.
18,17καὶ εἶπε Κύριος πρός με· ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ·
18,18προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ, καὶ δώσω τὰ ῥήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅτι ἂν ἐντείλωμαι αὐτῷ·(18,18-19)
Ποιος είναι ο προφήτης της προφητείας; ο Ιησούς ή ο Μωάμεθ;
(18,18) "Θα τους αναδείξω προφήτη ανάμεσα από τους αδελφούς τους, όπως εσείς και θα βάλω το λόγο μου στο στόμα του και θα μιλά σ' αυτούς όπως θα τον διατάζω."
(18,19) "Και όποιος δεν υπακούσει σε όσα πει ο προφήτης στο όνομά μου, θα τον εκδικηθώ."
18,19καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.
18,20πλὴν ὁ προφήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ῥῆμα, ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος.(18,20-22) Οι ψευδοπροφήτες θα (ναι, σωστά μαντέψατε) εκτελούνται. Πώς ξέρεις ότι κάποιος είναι ψευδοπροφήτης; Από το αν οι προβλέψεις τους επαληθεύονται ή όχι (Μάρτυρες του Ιαχωβά, προσέξτε!)
(18,20) "Όμως όποιος προφήτης, που θα πει πράγματα στο όνομά μου, τα οποία δεν τον διέταξα να πει και όποιος μιλήσει εξ ονόματος άλλων θεών, θα θανατώνεται."
(18,21) "[…] πώς θα ξέρουμε αν μία ρήση δεν την είπε ο Θεός;"
(18,22) "Όσα πει εκείνος ο προφήτης στο όνομα του Κυρίου και δεν επαληθευτούν, αυτά δεν τα είπε ο Κύριος. Με ασέβεια μίλησε εκείνος ο προφήτης, να μην τον φοβάστε."
18,21ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς γνωσόμεθα τὸ ῥῆμα, ὃ οὐκ ἐλάλησε Κύριος;
18,22ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται καὶ μὴ συμβῇ, τοῦτο τὸ ῥῆμα ὃ οὐκ ἐλάλησε Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἐφέξεσθε αὐτοῦ.
Τελευταία ενημέρωση: 31 Ιουλίου 2013