ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 20
20,1Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος.
20,2ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται.
20,4ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
20,5ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.
20,6ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν.
20,7ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.
20,8ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται.
20,9ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν.
20,10ἔστι δόσις, ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν.
20,11ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν.
20,12ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον.
20,13ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται.
20,14δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ' ἑνὸς πολλοί·
20,15ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνθρωπος ὁ τοιοῦτος.
20,16μωρὸς ἐρεῖ· οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου, φαῦλοι γλώσσῃ·
20,17ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; —
20,18Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.
20,19ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος· ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
20,20ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.
20,21Ἔστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται.
20,22ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι' αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν.
20,23ἔστι χάριν αἰσχύνης ἐπαγγελόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν. —
20,24Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.
20,25αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν.
20,26ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ' αὐτοῦ ἐνδελεχῶς.
20,27ΛΟΓΟΙ ΠΑΡΑΒΟΛΩΝ.
Ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν.
20,28ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν.
20,29ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς.
20,30σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις;
20,31κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
Τελευταία ενημέρωση: 3 Φεβρουαρίου 2018