ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 29
29,1Ὁ ποιῶν ἔλεος δανειεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.
29,2δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·
29,3στερέωσον λόγον καὶ πιστώθητι μετ' αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου.
29,4πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς.
29,5ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται.
29,6ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.
29,7πολλοὶ οὖν χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
29,8πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ' ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν.
29,9χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
29,10ἀπόλεσον ἀργύριον δι' ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν.
29,11θὲς τὸν θησαυρόν σου κατ' ἐντολὰς Ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον.
29,12σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως·
29,13ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.
29,14ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλήψει αὐτόν.
29,15Χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ.
29,16ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
29,17ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισε καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
29,19ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις.
29,20ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς. —
29,21Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
29,22κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
29,23ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς.
29,24ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξει στόμα.
29,25ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ·
29,26πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴτι ἐν τῇ χειρί σου, ψώμισόν με.
29,27ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς οἰκίας.
29,28βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013