ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 35
35,1Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς.
35,2ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
35,3εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
35,4μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
35,5προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου.
35,6θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
35,7ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.
35,8ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
35,9δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ' εὕρεμα χειρός·
35,10ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
35,11Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται·
35,12καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ' αὐτῷ δόξα προσώπου.
35,13οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
35,14οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
35,15οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;
35,16θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει.
35,17προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
35,18καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὕψιστος. καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν.
35,19καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ' αὐτοῖς,
35,20ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν,
35,21ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψῃ·
35,22ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
35,23ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
35,24ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013