ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 36
36,1Ἐλέησον ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
36,2ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
36,3ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
36,4καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν σοῦ, Κύριε.
36,5ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
36,6ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.
36,7σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
36,8ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.
36,9σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν.
36,10συνάγαγε πάσας φυλὰς Ἰακώβ, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ' ἀρχῆς.
36,11ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ' ὀνόματί σου καὶ Ἰσραήλ, ὃν πρωτογόνῳ ὡμοίωσας.
36,12οἰκτείρησον πόλιν ἁγιάσματός σου Ἱερουσαλήμ, πόλιν καταπαύματός σου.
36,13πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
36,14δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσματί σου καὶ ἔγειρον προφητείας τὰς ἐπ' ὀνόματί σου·
36,15δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν.
36,16εἰσάκουσον, Κύριε, δεήσεως ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου,
36,17καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων.
36,18Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον.
36,19φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
36,20καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
36,21πάντα ἄῤῥενα ἐπιδέξεται γυνή, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων.
36,22κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·
36,23εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ' υἱοὺς ἀνθρώπων.
36,24ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ' αὐτὸν καὶ στύλον ἀναπαύσεως.
36,25οὗ οὐκ ἔστι φραγμός, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος.
36,26τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν;
36,27οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013