ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 38
38,1Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος·
38,2παρὰ γὰρ Ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόμα.
38,3ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
38,4Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
38,5οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
38,6καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·
38,7ἐν αὐτοῖς ἐθεράπευσε καὶ ἦρε τὸν πόνον αὐτοῦ,
38,8μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ' αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. —
38,9Τέκνον, ἐν ἀῤῥωστήματί σου μὴ παράβλεπε, ἀλλ' εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.
38,10ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν.
38,11δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων.
38,12καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
38,13ἔστι καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία·
38,14καὶ γὰρ αὐτοὶ Κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
38,15ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.
38,16Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
38,17πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα·
38,18ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.
38,19ἐν ἐπαγωγῇ παραβαίνει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
38,20μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·
38,21μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.
38,22μνήσθητι τὸ κρίμα αὐτοῦ, ὅτι οὕτω καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
38,23ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
38,24Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
38,25τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων;
38,26καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
38,27οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
38,28οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνὴ σφύρης καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
38,29οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ.
38,30ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον. —
38,31Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται.
38,32ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν,
38,33ἀλλ' εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται, οὐδὲ μὴ ἐκφάνωσι δικαιοσύνην καὶ κρίμα, καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται,
38,34ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσι, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013