ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 45
45,1Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων, Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
45,2ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·
45,3ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
45,4ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
45,5ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν Ἰακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ. —
45,6Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευΐ·
45,7ἔστησεν αὐτῷ διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης·
45,8ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα,
45,9καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
45,10στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
45,11λίθοις πολυτελέσι γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ' ἀριθμὸν φυλῶν Ἰσραήλ·
45,12στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα·
45,13πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός.
45,14θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς.
45,15ἐπλήρωσε Μωσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ.
45,16ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
45,17ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι Ἰσραήλ.
45,18ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ·
45,19εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ.
45,20καὶ προσέθηκεν Ἀαρὼν δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογεννημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασε πλησμονήν·
45,21καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
45,22πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία. —
45,23Καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.
45,24διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
45,25καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
45,26δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013