ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 49
49,1Μνημόσυνον Ἰωσίου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
49,2αὐτὸς κατηυθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῇρε βδελύγματα ἀνομίας·
49,3κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν. —
49,4Πάρεξ Δαυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ Ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον·
49,5ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.
49,6ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ Ἱερεμίου·
49,7ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
49,8Ἰεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος Χερουβίμ·
49,9καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
49,10καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν Ἰακὼβ καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος. —
49,11Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός,
49,12οὕτως Ἰησοῦς υἱὸς Ἰωσεδέκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
49,13καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. —
49,14Οὐδὲ εἷς ἐκτίσθη οἷος Ἐνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς· καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς.
49,15οὐδὲ ὡς Ἰωσὴφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
49,16Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013