ΣΟΦΙΑ ΣΕΙΡΑΧ
Κεφάλαιο 7
7,1Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
7,2ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
7,3υἱέ, μὴ σπεῖρε ἐπ' αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.
7,4μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
7,5μὴ δικαιοῦ ἔναντι Κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
7,6μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
7,7μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
7,8μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
7,9μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με Θεῷ Ὑψίστῳ προσδέξεται.
7,10μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
7,11μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
7,12μὴ ἀροτρία ψεῦδος ἐπ' ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.
7,13μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
7,14μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
7,15μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
7,16μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ.
7,17ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.
7,18Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου, μηδ' ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.
7,19μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
7,20μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ.
7,21οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
7,22κτήνη σοί ἐστιν, ἐπισκέπτου αὐτὰ καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.
7,23τέκνα σοί ἐστι, παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.
7,24θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
7,25ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
7,26γυνή σοί ἐστι κατὰ ψυχήν, μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν.
7,27Ἐν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
7,28μνήσθητι ὅτι δι' αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι;
7,29ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.
7,30ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
7,31φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.
7,32Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.
7,33χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
7,34μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον.
7,35μὴ ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
7,36ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013