ΙΕΖΕΚΙΗΛ
Κεφάλαιο 27
27,1Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
27,2καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον
27,3καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου.
27,4ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.
27,5κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·
27,6ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.
27,7βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ καὶ ἐγένετο περιβόλαιά σου.
27,8καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου.
27,9οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.
27,10Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.
27,11υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.
27,12Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου.
27,13ἡ Ἑλλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου.
27,14ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου.
27,15υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,
27,16ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ῥαμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.
27,17Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου.
27,18Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν.
27,19ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι.
27,20Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.
27,21ἠ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε.
27,22ἔμποροι Σαββὰ καὶ Ῥαγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου.
27,23Χαῤῥὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου
27,24φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα.
27,25πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.
27,26ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.
27,27ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.
27,28πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,
27,29καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται
27,30καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται.
27,32καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι·
27,33πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς.
27,34νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου
27,35ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν.
27,36ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
Τελευταία ενημέρωση: 26 Ιουλίου 2013